Ancient Greek · ~7 min
Book 41, lines 41.158-41.206
Nonnus of Panopolis, Διονυσιακά 41.158-206
Not analysed yet
καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης
φόρτον ἐλαφρίζει· φθάμενος δέ μιν ὠκέι ταρσῷ,
ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων,
εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς,
καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου
στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην
ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,
θεσμὰ Σόλωνος ἔχουσα· πιεζομένη δὲ λοχείῃ
λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ
Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου
παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες
υἱέας ὠδίνουσιν ἐπʼ εὐκύκλοιο βοείης·
καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ
ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης·
καὶ βρέφος εἰς φάος ἦγεν. ἐχυτλώσαντο δέ κούρην
τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται,
ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων·
τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν
Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου
ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ·
χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης
σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,
μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων,
ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας,
ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν·
θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης
σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι.
καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες
θῆρες ἐβακχεύοντο· λέων δέ τις ἁβρὸν ἀθύρων
χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου,
ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων,
καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ
ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων,
καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ
πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ,
ὠρυγῆς δʼ ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ
ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην,
καί τις ἐνὶ ξυλόχοισι λιπών κεμαδοσσόον ἄγρην,
ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ
ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ,
καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ,
ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ,
πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης
πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης,
ἡμιτελές μύκημα νέων πέμπουσα γενείων,
καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων·
καὶ δρύες ἐφθέγξαντο· γαληναίῳ δὲ προσώπῳ
ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη,
τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν.