Ancient Greek · ~7 min
Book 41, lines 41.106-41.157
Nonnus of Panopolis, Διονυσιακά 41.106-157
Not analysed yet
καὶ θεὸς ἰχνεύουσα διʼ ὕδατος ἄψοφον ἀκτὴν
οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ
Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν
ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων·
καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ
πορφυρέη πέλε μᾶλλον· ἀκυμάντοιο δὲ πόντου
χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ
νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ
σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ,
καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης
ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ·
καὶ Βερόης ἐπέβαινε· ποδῶν δʼ ἐπίβαθρα θεαίνης
ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου.
πρώτη Κύπριν ἔδεκτο· καὶ ὑψόθι γείτονος ὅρμου
αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης
ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δʼ ἐνὶ κόλπῳ
ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις,
πέτρη δʼ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου
πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ,
ληναίαις λιβάδεσσι κατάσκιον ὄμβρον ἐέρσης
ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ·
αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων
ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης.
καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,
ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα,
ἀρτιφανὴς ὤδινεν ἐπʼ ὀφρύσι γείτονος ὅρμου·
καὶ πάις ὠκυπόδης, κόπον ἄρσενα ποσσὶ τινάξας,
γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην,
μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,
θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ
δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης.
καὶ ταχὺ αἰγλήεντι θορὼν ἐπί μητρὸς ἀγοστῷ
ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς,
στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς
ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς
ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ
οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν.
ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,
πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,
ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων,
ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων,
Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον ἰοχεαίρης,
Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή,
Ὀρχομενὸς Χαρίτων, Λιβανηίδος ἄστρον ἀρούρης,
Τηθύος ἰσοέτηρος, ὁμόδρομος Ὠκεανοῖο,
ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ
Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις,
ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ
ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ
ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττί μιν αὐτὴ
ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης
Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ·