Ancient Greek · ~7 min
Book 42, lines 42.282-42.326
Nonnus of Panopolis, Διονυσιακά 42.282-326
Not analysed yet
Εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος· ἥν ἐθελήσῃς,
ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω.
ὡράων πισύρων νοέω δρόμον· ἱσταμένην δὲ
νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω·
Σκορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ
αὔλακος εὐκάρποιο· βόας ζεύξωμεν ἀρότρῳ.
Πληιάδες δύνουσι· πότε σπείρωμεν ἀρούρας;
αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει
αὐομένην Φαέθοντι. καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης
χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω·
διψαλέη ποτὲ γαῖα Διὸς νυμφεύεται ὄμβρῳ.
εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω·
ἄνθεα σεῖο τέθηλε· πότε κρίνα καὶ ῥόδα τίλλω;
ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ,
πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω·
ἄμπελος ἡβώουσα πεπαίνεται ἄμμορος ἅρπης·
παρθένε, σύγγονος ἦλθε· πότε τρυγόωμεν ὀπώρην;
σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει·
λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς
μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.
δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς·
ὑμετέρης με κόμισσε φυτηκόμον ἀφρογενείης,
ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ
ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων.
οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται· οἶδα φυτεῦσαι
καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ·
ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω,
καὶ κρόκον, ἤν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω.
μή μοι χρυσὸν ἄγοις κομιδῆς χάριν· οὐ χρέος ὄλβου·
μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.
τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη
Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.
ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέφραδεν Εἰραφιώτης·
καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης
οἶά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων
εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην·
Τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;
τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει
ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.
εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης.
καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων
νήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη
εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γάρ
ἔργον, ὅ περ τελέει τις ὲν ἥματι, νυκτὶ δοκεύει·