Ancient Greek · ~7 min
Book 42, lines 42.327-42.371
Nonnus of Panopolis, Διονυσιακά 42.327-371
Not analysed yet
βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει·
δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου·
γειοπόνοι δʼ εὕδοντες ἀροτρεύουσιν ἀρούρας,
αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ
ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ
εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει.
οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων,
μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ,
καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ
παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν·
καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς,
εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης.
μέμφετο δʼ ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ
ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην
τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου,
δάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου
πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου.
ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς
λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ.
καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης,
θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ
στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν,
λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ
παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου
φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν.
καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων
αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας,
καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.
καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην
ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς
εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ·
καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν,
καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,
ὅττί μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ
θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς
τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν·
Παρθένε, σὸν διʼ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω·
σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου.
πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω
σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους·
ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ
νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες.
παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,
ὅττί σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη
σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον Ἐρώτων;