Ancient Greek · ~7 min
Book 42, lines 42.44-42.97
Nonnus of Panopolis, Διονυσιακά 42.44-97
Not analysed yet
πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης,
λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων,
καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης·
οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν· ἱσταμένην γὰρ
παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν.
καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων
ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων
αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ
μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ
φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων.
καὶ Βερόης μετρηδὸν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
οἷά περ ἀγνώσσων, περιδέδρομεν· ἐκ Λιβάνου δὲ
ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων ἐνοσίχθων
ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ,
καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ,
κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης.
καὶ γλυκερῆς ἀκόρητος ἕσω Λιβανηίδος ὕλης
οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ,
οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι.
τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης
μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος ἐννοσιγαίου;
καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ἕρπων
χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην
παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ·
καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο, καὶ σφυρὰ κούρης
νισσομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ,
κάλλος, ὅ περ φύσις εὗρε· καὶ οὐ ξανθόχροϊ κόσμῳ
χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου
ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς,
οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ
μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς
κάλλος ἐὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ
πολλάκις ἰσάζουσα παρʼ ὀφρύσιν ἄκρα κομάων
πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης.
ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ
ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου,
καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου
ἁβρότεροι γεγάασιν, ὅτʼ ἀπλεκέες καὶ ἀλῆται
χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ.
καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν,
οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ,
χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ
κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη
χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ,
ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ
ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ
κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην,
νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ.