Ancient Greek · ~7 min
Book 42, lines 42.98-42.141
Nonnus of Panopolis, Διονυσιακά 42.98-141
Not analysed yet
καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ
πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη·
Ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ
σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο,
εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας
νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ,
ἀλλʼ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ
μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην,
ὅττι τόσοις ῥοθίοισι διʼ ὕδατος ὕδατα σύρων
οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ὁδίτης.
ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχροον ὕδωρ
νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.
καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων
εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ
ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,
οἶά περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην·
Παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·
φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην
ὑδατόεις κλέψειεν ἐν ὕδασι κυανοχαίτης,
ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ
Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους·
καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην
ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς.
ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς ἐνοσίχθων,
καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ
διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.
εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,
ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην
Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ
ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ
εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ
ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς·
καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης,
πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,
εἰς πίτυν ὄμμα φέρων λελιημένον, ἄλλοτε πεύκην
ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου
ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,
μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ
κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης
Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν Ἐρώτων.
καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι,
ἀλλὰ φόβῳ πεπέδητο· φιλεύιε, πῇ σέο θύρσοι
ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτῃ
γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων;