Ancient Greek · ~5 min
Book 42, lines 42.512-42.542
Nonnus of Panopolis, Διονυσιακά 42.512-542
Not analysed yet
οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης
ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα·
ὅς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω
ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης
γείτονος ἀμφί πόληος, ὅπῃ πολιοῦχος ἀκούω,
πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω·
συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην
πόντιος ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης
γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης,
μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων
ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν.
εὐμενέες δὲ γένεσθε μετὰ κλόνον· ἀμφότεροι δὲ
φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ
κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.
ὣς φαμένης μνηστῆρες ἐπῄνεον· ἀμφοτέροις δὲ
ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ
καὶ Στύγιαι ῥαθάμιγγες· ἐπιστώσαντο δὲ Μοῖραι
συνθεσίας· καὶ Δῆρις ἀέξετο πομπὸς Ἐρώτων
καὶ Κλόνος· ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ.
οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος
σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου,
μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης.
ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ·
κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης
βοσκομένην ἐδίωκε πελειάδα· τὴν δέ τις ἄφνω
ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη,
φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων.
καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης·
ἔμπης δʼ εἰς μόθον ἦλθεν. ἐπʼ ἀμφοτέρων δὲ κυδοιμῷ
ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,
δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.