Ancient Greek · ~7 min
Book 42, lines 42.464-42.511
Nonnus of Panopolis, Διονυσιακά 42.464-511
Not analysed yet
οὐ Πάφος, οὐκέτι Λέσβος, Ἀμυμώνης δὲ τιθήνη
ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο,
μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ
τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη.
παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ
ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη·
πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης·
σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρά τις εἴπῃ,
ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις ἐννοσιγαίου
πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου
Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.
οὔ σοι Βασσαρίδας μανιώπεας ἐγγυαλίξω,
οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σειληνὸν ὀπάσσω·
ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς
Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω·
δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην·
καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου
ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω·
σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω.
εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω
θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω
μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.
ἔννεπε· χωομένην δὲ λιπών δυσπειθέα κούρην
ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν·
Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην
τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις
καὶ γενέτης Βερόης καὶ νυμφίος ἀφρογενείης.
τοῖα μὲν ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ·
πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ,
κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ
ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ
χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων,
πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην.
καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης
ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ
ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον Ἐρώτων
Ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα
καὶ γάμον αἰχμητῆρα καί ἱμερόεσσαν Ἐνυώ.
καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ
Κύπρις ἐπʼ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης
παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν Ἐρώτων·
ἀμφοτέροις δὲ θεοῖσι μίαν ξυνώσατο φωνήν·
Ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω
τὴν μὲν ὀφειλομένην ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ·
ἀλλʼ ἐπεὶ οὐ γενόμην διδυγητόκος, οὐδὲ κελεύει
θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην
ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις,
ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω·