Ancient Greek · ~8 min
Book 44, lines 44.115-44.166
Nonnus of Panopolis, Διονυσιακά 44.115-166
Not analysed yet
καὶ διδύμων ὀφίων πετρώσατο γυῖα Κρονίων,
ὅττι παρʼ Ἰλλυρικοῖο δρακοντοβότου στόμα πόντου
Ἁρμονίη καὶ Κάδμος ἀμειβομένοιο προσώπου
λαϊνέην ἤμελλον ἔχειν ὀφιώδεα μορφήν.
καὶ φόβον ἄλλον ἔχουσα μετὰ προτέρου φόβον ὕπνου
νόστιμος εἰς δόμον ἦλθε σὺν υἱέι καὶ γενετῆρι.
τοῖον ἴδεν ποτὲ φάσμα, καὶ ὀμφήεντος ὀνείρου
μνησαμένη δεδόνητο φόβῳ φιλότεκνος Ἀγαύῃ.
ἤδη δʼ ἑπταπόροιο διʼ ἄστεος ἵπτατο Φήμη
ὄργια κηρύσσουσα χοροπλεκέος Διονύσου·
οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν· ἀγρονόμων δὲ
εἰαρινοῖς πετάλοισιν ἐμιτρώθησαν ἀγυιαί·
καὶ θάλαμον Σεμέλης χλοερῷ σκιόωσα κορύμβῳ
νυμφιδίου σπινθῆρος ἔτι πνείοντα κεραυνοῦ
αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ.
φρικτὰ δὲ παπταίνων πολυειδέα θαύματα Βάκχου,
ζῆλον ἔχων ὑπέροπλον, ἄναξ κυμαίνετο Πενθεύς·
καὶ κενεῆς προχέων ὑπερήνορα κόμπον ἀπειλῆς
τοῖον ἔπος δμώεσσιν ἀτάσθαλος ἴαχε Πενθεύς·
Λυδὸν ἐμὸν θεράποντα κομίσσατε, θῆλυν ἀλήτην,
δαινυμένου Πενθῆος ὑποδρηστῆρα τραπέζης,
οἰνοδόκῳ ποτὸν ἄλλο διαστάζοντα κυπέλλῳ,
[138] ἢ γλάγος ἢ γλυκὺ χεῦμα · κασιγνήτην δὲ τεκούσης
[147] Αὐτονόην πληγῇσιν ἀμοιβαίῃσιν ἱμάσσω,
[139] καὶ πλοκάμους τμήξωμεν ἀκερσικόμου Διονύσου·
[140] κύμβαλα δʼ ἠχήεντα διαρρίψαντες ἀήταις
καὶ πάταγον Βερέκυντα καὶ Εὔια τύμπανα Ῥείης
ἕλκετε Βασσαρίδας μανιώδεας, ἕλκετε Βάκχας,
ἀμφιπόλους Βρομίοιο συνήλυδας, ἃς ἐνὶ Θήβῃ
Ἰσμηνοῦ διεροῖσιν ἀκοντίζοντες ἐναύλοις
Νηίδας Ἀονίαις ποταμηίσι μίξατε Νύμφαις
ἥλικας, Ἁδρυάδας δὲ γέρων δέξαιτο Κιθαιρὼν
ἄλλαις Ἁδρυάδεσσιν ὁμόζυγας ἀντὶ Δυαίου.
ἄξατε πῦρ, θεράποντες, ἐπεὶ ποινήτορι θεσμῷ,
ἐκ πυρὸς εἰ πέλε Βάκχος, ἐγὼ πυρὶ Βάκχον ὀπάσσω·
Ζεὺς Σεμέλην ἐδάμασσεν, ἐγὼ Διόνυσον ὀλέσσω.
εἰ δέ κε πειρήσαιτο καὶ ἡμετέροιο κεραυνοῦ,
γνώσεται, οἷον ἔχω χθόνιον σέλας· οὐρανίου γὰρ
θερμοτέρους σπινθῆρας ἐμὸν λάχεν ἀντίτυπον πῦρ·
σήμερον αἰθαλόεντα τὸν ἀμπελόεντα τελέσσω.
εἰ δὲ μόθον στήσειε μαχήμονα θύρσον ἀείρων,
γνώσεται, οἷον ἔχω χθόνιον δόρυ· καί μιν ὀλέσσω,
οὐ ποδός, οὐ λαγόνων, οὐ στήθεος, οὐ κενεώνων,
ὠτειλὴν μεθέποντα· καὶ οὐ βουπλῆγι δαΐξω
κυρτὰ βοοκραίροιο κεράατα δισσὰ μετώπου,
οὐδὲ διατμήξω μέσον αὐχένος· ἀλλά ἑ τύψω
ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ,
ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ
καὶ πόλον ὡς ἑὸν οἶκον· ἐγὼ δέ μιν ἀντὶ μελάθρου
ἀντὶ Διός πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω,
ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω
κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης.