Ancient Greek · ~7 min
Book 44, lines 44.167-44.211
Nonnus of Panopolis, Διονυσιακά 44.167-211
Not analysed yet
οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν· εἰ θέμις εἰπεῖν,
ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος· οὐκ ἀπὸ Κάδμου
αἷμα φέρω χθονίοιο, πατὴρ δʼ ἐμός, ὄρχαμος ἄστρων,
ἠέλιός με φύτευσε, καί οὐκ ἔσπειρεν Ἐχίων·
τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη·
εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης·
οὐρανός ἀστερόφοιτος ἐμὴ πόλις· ἵλατε, Θῆβαι·
Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη·
Πενθέι μαζόν ὄρεξε μετʼ Ἄρεα δεσπότις Ἥρη,
καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ·
Ἄρτεμιν ἱεμένην νυμφεύσομαι· οὐδέ με φεύγει,
ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης,
μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων.
εἰ δέ τεήν Σεμέλην οὐκ ἔφλεγεν οὐρανίη φλόξ,
παιδός ἑῆς διὰ μῶμον ἐὸν δόμον ἔφλεγε Κάδμος,
ἀστεροπὴν δʼ ἐκάλεσσε χαμαιγενὲς ἁπτόμενον πὺρ,
καὶ δαΐδων ὀνόμηνε σέλας σπινθῆρα κεραυνοῦ.
ὣς φαμένου βασιλῆος ἐπεστρατόωντο μαχηταὶ
ὁπλοφόροι κενεοῖσιν ἐριδμαίνοντες ἀήτατς·
καὶ στρατὸς ἄσπετος ἦεν ἔσω πιτυώδεος ὕλης,
ἴχνια μαστεύοντες ἀθηήτοιο Λυαίου.
ὄφρα μὲν ἐνναέτῃσιν ἄναξ ἐπετέλλετο Πενθεύς,
τόφρα δὲ καὶ Διόνυσος ἀφεγγέα νύκτα δοκεύων
τοῖον ἔπος πρὸς Ὄλυμπον ἀνίαχε κυκλάδι Μήνῃ·
Ὦ τέκος Ἠελίοιο, πολύστροφε, παντρόφε Μήνη,
ἅρματος ἀργυρέοιο κυβερνήτειρα Σελήνη,
εἰ σὺ πέλεις Ἑκάτη πολυώνυμος, ἐννυχίη δὲ
πυρσοφόρῳ παλάμῃ δονέεις θιασώδεα πεύκην,
ἔρχεο, νυκτιπόλος, σκυλακοτρόφος, ὅττί σε τέρπει
κνυζηθμῷ γοόωντι κυνοσσόος ἔννυχος ἠχώ·
Αρτεμις εἰ σὺ πέλεις ἐλαφηβόλος, ἐν δὲ κολώναις
νεβροφόνῳ σπεύδουσα συναγρώσσεις Διονύσῳ,
ἔσσο κασιγνήτοιο βοηθόος· ἀρχεγόνου γὰρ
αἷμα λαχὼν Κάδμοιο διώκομαι ἔκτοθι Θήβης,
μητρὸς ἐμῆς Σεμέλης ἀπὸ πατρίδος· ὠκύμορος γὰρ
θνητὸς ἀνὴρ κλονέει με θεημάχος· ὡς νυχίη δὲ
νυκτελίῳ χραίσμησον ἐλαυνομένῳ Διονύσῳ·
εἰ δὲ σὺ Περσεφόνεια νεκυσσόος, ὑμέτεραι δὲ
ψυχαὶ Ταρταρίοισιν ὑποδρήσσονσι θοώκοις,
νεκρὸν ἴδω Πενθῆα, καὶ ἀχνυμένου Διονύσου
δάκρυον εὐνήσειε τεὸς ψυχοστόλος Ἐρμῆς·
σεῖο δὲ Τισιφόνης μανιώδεος ἠὲ Μεγαίρης
Ταρταρίῃ μάστιγι λαθίφρονα παῦσον ἀπειλὴν
γηγενέος Πενθῆος, ἐπεὶ δυσμήχανος Ἥρη
ὀψίγονον Τιτῆνα νέῳ θώρηξε Λυαίῳ.