Ancient Greek
Book 45, lines 45.145-45.196
Nonnus of Panopolis, Διονυσιακά 45.145-196
Not analysed yet
ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης
Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
πρύμνης δʼ ἡδυπότοιο βαρυνομένης Διονύσου
οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή.
ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες
θῆρες ἀεξήθησαν· ἐμυκήσαντο δὲ ταῦροι,
καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ.
Τυρσηνοὶ δʼ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ
εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου
ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί·
καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ,
ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης,
καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ
ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί,
καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης
καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων,
καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος
ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι,
καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν
μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου
γαῖαν ἰδεῖν ἐδόκησαν· ἀμερσινόῳ δʼ ὑπὸ λύσσῃ
εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ,
ποντοπόροι δελφῖνες· ἀμειβομένου δὲ προσώπου
εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν.
καὶ σύ, τέος, δολόεντα χόλον πεφύλαξο Λυαίου.
ἀλλʼ ἐρέεις· μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ
φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.
δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου,
ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου
Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις·
μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν
οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης·
εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ
μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας
χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς Ἀρούρης
ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ.
πολλάκι δʼ εὐδένδροιο διʼ οὔρεος εἰς νομὸν ἕλκων
μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν.
οὐ τότε δʼ αἰπολίοισι παρήμενος ἤ παρὰ μάνδραις
συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν,
οὐ κτύπου ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ·
ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ
Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή,
ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν· οὐ τότε βούτης,
οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας
τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων
δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἄρμα θαλάσσης,
εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων,
σείων Εὔια θύρσα· παρερχομένῳ δὲ Λυαίῳ
ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς Ἀρούρης,
ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων·