Ancient Greek · ~7 min
Book 45, lines 45.95-45.144
Nonnus of Panopolis, Διονυσιακά 45.95-144
Not analysed yet
ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων·
Τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς,
ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ,
παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη,
ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης
ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ;
οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει
ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην.
ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο· δυσσεβίης δὲ
σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω.
Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ,
ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου,
πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων·
καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν
εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης
ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης
ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν.
ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ
ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης
εἶχεν, ὑπὲρ πόντοιο λαβὼν Τυρσηνὸς ἀλήτης
ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν·
καί τις ἀνὴρ νήποινον ἀπείρονα φόρτον ὀλέσσας
εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ
δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου.
ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας
Τυρσηνοὺς ἀπάφησε· νόθην δʼ ὑπεδύσατο μορφήν,
ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην,
αὐχένι κόσμον ἔχων χρυσήλατον· ἀμφὶ δὲ κόρσην
στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη
λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου,
καὶ λίθος Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης·
καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς
ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ.
ἵστατο δʼ αἰγιαλοῖο παρʼ ὀφρύσιν, οἷα καὶ αὐτὸς
ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες
φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης
καὶ κτεάνων γύμνωσαν· ὑποτροχόωσα δὲ σειρὴ
χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου.
καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ
ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλὺμπου,
νύσσων ἠερίων νεφέων σκέπας· εὐκελάδῳ δὲ
ὡς στρατὸς ἐννεάχιλος ἐῷ μυκήσατο λαιμῷ.
μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί,
ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων·
καὶ πρότονοι σύριζον· ὑπηνέμιος δὲ κεράστης
ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ·
καὶ χλοεροῖς πετάλοισι κατάσκιος ἠέρι γείτων
ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος· ὲν δὲ μεσόδμῃ
κισσὸς ἀερσιπότητος ἀνήιεν αἰθέρι γείτων,
σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ·