Ancient Greek · ~7 min
Book 45, lines 45.47-45.94
Nonnus of Panopolis, Διονυσιακά 45.47-94
Not analysed yet
καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ
κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος,
κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην·
καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην
μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη.
Τειρεσίας δʼ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ
βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ
καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου·
ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης.
καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων,
ὄφρα μετασχήσωσι χοροστασίην Διονύσου.
βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος
στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ·
Τειρεσίας δʼ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων,
Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ,
εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ
γηραλέον νάρθηκι θεουδέι πῆχυν ἐρείσας.
ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ
Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς·
Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις;
Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης,
κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου·
Ὀγκαίης δʼ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.
νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις
σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος· ἀντὶ δὲ θύρσου
Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην.
αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν
μάρτυρα δῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω·
εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη,
καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ δέο χεῖρας ἑλίξας
δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ.
σὸς νόος οὔ με λέληθε· σὺ γὰρ Πενθῆι μεγαίρων
μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,
δῶρα λαβὼν Λυδοῖο παρʼ ἀνέρος ἠπεροπῆος,
δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο.
ἀλλʼ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην·
οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς Ἀφροδίτην,
εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει.
ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας·
χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς
ἀστράπτει μακάρεσσι· καὶ ἀνδράσι μάρναται Ἄρης
χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων·
οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων.
μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη
υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ;
ἀλλʼ ἐρέεις· γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει
σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη
αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.