Ancient Greek · ~7 min
Book 46, lines 46.232-46.276
Nonnus of Panopolis, Διονυσιακά 46.232-276
Not analysed yet
δμῶες ἐμοί, στείχεσθε, παρὰ προπύλαια δὲ Κάδμου
πήξατε τοῦτο κάρηνον ἐμῆς ἀναθήματα νίκης.
τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ·
Αὐτονόη, σκοπίαζε καὶ αὐχένα κάμψον Ἀγαύῃ·
οὐ γὰρ ἐμοὶ λάχες εὖχος ὁμοίιον, ὑμετέρου δὲ
μητρὸς Ἀρισταίοιο φατιζομένην ἔτι νίκην
σῆς ἑκυρῆς ᾔσχυνα λεοντοφόνοιο Κυρήνης.
ἔννεπε κουφίζουσα φίλον βάρος· εἰσαΐων δὲ
Κάδμος ἀγαλλομένης ἑτερόφρονα παιδὸς ἀπειλήν,
μίξας δάκρυσι μῦθον ἀμείβετο πενθάδι φωνῇ·
Οἷον θῆρα δάμασσας ἐχέφρονα, τέκνον Ἀγαύη;
οἷον θῆρα δάμασσας, ὅν ὑμετέρη τέκε γαστήρ;
οἷον θῆρα δάμασσας, ὅν ἐσπέρμηνεν Ἐχίων;
δέρκεο σεῖο λέοντα, τὸν εἰσέτι τυτθὸν ἀείρων
παιδοκόμῳ κούφιζε γεγηθότι Κάδμος ἀγοστῷ·
δέρκεο σεῖο λέοντα, τὸν Ἁρμονίη σέο μήτηρ
πολλάκις ἠέρταζε καὶ ὤρεγε μαζὸν ἀμέλγειν.
μαστεύεις σέο παῖδα τεῶν θηήτορα μόχθων·
πῶς καλέσω Πενθῆα, τὸν ἐν παλάμῃσιν ἀείρεις;
ὅν κτάνες ἀγνώσσουσα, πόθεν σέο παῖδα καλέσσω;
θῆρα τεὸν σκοπίαζε, καὶ υἱέα σεῖο νοήσεις.
καλὰ φέρεις, Διόνυσε, τεῷ θρεπτήρια Κάδμῳ·
καλά μοι Ἁρμονίης νυμφεύματα δῶκε Κρονίων·
Ἄρεος ἄξια ταῦτα καὶ Οὐρανίης Ἀφροδίτης·
Ἰνὼ πόντον ἔχει, Σεμέλην ἔφλεξε Κρονίων,
μύρεται Αὐτονόν κερόεν τέκος, ἆ μέγα δειλὴ
ἔκτανεν, ὅν τέκε μοῦνον, ἀώριον υἱὸν Ἀγαύη.
καὶ μογέει Πολύδωρος ἐμὸς λιπόπατρις ἀλήτης.
μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος· εἰς τίνα φεύγω,
Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου;
τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών·
γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ
νεκρὸν ἔχεις Πενθῆα, καὶ Ἀκταίωνα καλύπτεις.
ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων
δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών·
καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι
νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου
καὶ στοναχὴν Διόνυσος· ἀπενθήτου δὲ προσώπου
μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης,
καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ.
ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν
αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ·
καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος
ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ·