Ancient Greek · ~7 min
Book 46, lines 46.277-46.321
Nonnus of Panopolis, Διονυσιακά 46.277-321
Not analysed yet
καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας
καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ
στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν·
καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου
καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου·
ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
Νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης,
δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην
χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην
ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω.
θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης
ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω.
ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα
ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ·
μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην
ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ,
ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή,
Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω·
Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ,
Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην.
ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου.
ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,
Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου
ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων
θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,
ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.
ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;
οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·
οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον Ἐρώτων·
ποῖον ἴδω δέο παῖδα παρήγορον; αἴθέ σε Βάκχη
ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.
μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ·
Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.
χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην
αὐχένος ἀμηθέντος· ἀπʼ αὐτοχύτου δὲ καρήνου
αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.
ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου
λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.
σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω
χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ
σὸν δέμας· ὑμετέρῳ δʼ ἐπὶ σήματι τοῦτο χαράξω·
εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης
παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ.
ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένης δὲ
Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν·