Ancient Greek
Book 46, lines 46.322-46.367
Nonnus of Panopolis, Διονυσιακά 46.322-367
Not analysed yet
Ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,
ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν
καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.
γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ·
ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς
νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου
μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.
σῆς δʼ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος
οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ,
οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην·
μούνη δʼ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ
καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,
καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.
ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη,
ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα
εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν·
δὸς χάριν Ἀπόλλωνι· μετʼ Ἀκταίωνα δὲ δειλὴν
τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν
ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν
μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν
σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν
ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.
χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·
χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου·
σώζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις·
λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ·
εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,
σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·
ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς
Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.
εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.
καὶ νέκυν, ὃν κατέπεφνε, φίλη τυμβεύσατο μήτηρ
πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·
καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται.
ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ
Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας
μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ
λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ
δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου
πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·
ἀμφοτέρας δʼ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,
ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.
Ἰλλυρίην δʼ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου
Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ
ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων
ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.