Ancient Greek · ~7 min
Book 47, lines 47.0-47.48
Nonnus of Panopolis, Διονυσιακά 47.0-48
Not analysed yet
ἔρχεο τεσσαρακοστὸν ἐς ἕβδομον, ὁππόθι Περσεὺς καὶ μόρος Ἰκαρίοιο καὶ ἁβροχίτων Ἀριάδνη.
ἤδη δʼ ἔνθα καὶ ἔνθα διʼ ἄστεος ἵπτατο Φήμη
ἄγγελος αὐτοβόητος ἐρισταφύλου Διονύσου
Ἀτθίδι φοιτήσαντος· ἀκοιμήτου δὲ Λυαίου
εἰς χορὸν εὐώδινες ἐβακχεύθησαν Ἀθῆναι.
καὶ πολὺς ἔβρεμε κῶμος· ὁμηγερέες δὲ πολῖται
εἵμασι δαιδαλέοισιν ἀνεχλαίνωσαν ἀγυιὰς
χερσὶ πολυσπερέεσσιν· ἀεξιφύτοιο δὲ Βάκχου
ἡμερίδων πετάλοισιν ἐμιτρώθησαν Ἀθῆναι
αὐτόματοι· φιάλας δὲ σιδηροφόρων διὰ μαζῶν
στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες,
παρθενικαὶ δʼ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης
ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην.
Ἰλισσὸς δʼ ἐλέλιξε περὶ πτόλιν ἔμπνοον ὕδωρ
κυδαίνων Διόνυσον· ὁμοζήλῳ δὲ χορείῃ
εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι.
φυταλιὴ δʼ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου
αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο
βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος,
καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων
δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι,
καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι.
καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης,
καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς
θλιβόμενος παλάμῃσιν· ὁμογλώσσων δʼ ἀπὸ λαιμῶν
Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ
δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη
πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ,
καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ
ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ·
μνησαμένη δʼ Ἰτύλοιο καὶ ἱστοπόνου Φιλομήλης
σύνθροος αἰολόδειρος ἀνέκλαγεν Ἀτθὶς ἀηδών,
καὶ Ζεφύρου λάλος ὄρνις ὑπωροφίην χέε μολπήν,
μνῆστιν ὅλην Τηρῆος ἀπορρίψασα θυέλλαις.
οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν. αὐτὰρ ὁ χαίρων
Βάκχος ἐς Ἰκαρίου δόμον ἤλυθεν, ὃς πέλεν ἄλλων
φέρτερος ἀγρονόμων ἑτερότροπα δένδρα φυτεύειν.
ἀγραύλοις δὲ πόδεσσι γέρων ἐχόρευεν ἀλωεὺς
ἀθρήσας Διόνυσον ἐπήλυδα, καλλιφύτων δὲ
κοίρανον ἡμερίδων ὀλίγῃ ξείνισσε τραπέζῃ·
Ἠριγόνη δʼ ἐκέρασσεν ἀφυσσαμένη γλάγος αἰγῶν·
ἀλλά ἑ Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ
ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς,
δεξιτερῇ δʼ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου
ὤρεγεν Ἰκαρίῳ· φιλίῳ δʼ ἠσπάζετο μύθῳ·
Δέξο, γέρον, τόδε δῶρον, ὃ μὴ δεδάασιν Ἀθῆναι.
ὦ γέρον, ὀλβίζω σε· σὲ γὰρ μέλψουσι πολῖται
τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι
Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης.