Ancient Greek
Book 47, lines 47.49-47.94
Nonnus of Panopolis, Διονυσιακά 47.49-94
Not analysed yet
ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ
ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ.
Τριπτόλεμος στάχυν εὗρε, σὺ δʼ οἴνοπα βότρυν ὀπώρης·
ἴλαος οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις,
Τριπτολέμου προτέροιο μακάρτερε· θυμοβόρους γὰρ
οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ
βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης.
τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ
ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου·
καὶ πίεν ἄλλο μετʼ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς,
οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης·
κούρη δʼ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου
ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα.
ἀλλʼ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης,
δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων
ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς,
Ζαγρέος Εὔιον ὕγνον ἀνακρούων Διονύσῳ.
ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων
κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης·
καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ
κλάσσαι βοθριάσαι τε βαλεῖν τʼ ἐνὶ κλήματα γύροις.
ἄλλοις δʼ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς
δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην
οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου·
καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου
δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις,
οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν.
καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου
Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ·
Εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονί νέκταρ Ὀλύμπου;
οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ,
οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις·
οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,
οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ·
οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης,
ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ
καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ·
πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη·
λαρότερον δὲ γάλακτος ἔχεις ποτὸν ἐμμενὲς αἰεὶ
συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος.
εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων
ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι,
καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης
εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην.
λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γάρ
πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.