Ancient Greek · ~7 min
Book 47, lines 47.146-47.193
Nonnus of Panopolis, Διονυσιακά 47.146-193
Not analysed yet
καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ,
ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες.
ψυχὴ δʼ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ
εἰς δόμον Ἠριγόνης· βροτέῃ δʼ ἰσάζετο μορφῇ
κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς,
ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ
στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα,
αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ,
ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου.
καὶ παλάμας ὤρεξε· νεοσφαγέων δὲ δοκεύειν
ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ.
παρθενικὴ δʼ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις,
ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ
λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος·
καὶ σκιόεις γενέτης ἔπος ἔννεπε πενθάδι κούρῃ·
Ἔγρεο, δειλαίη, καὶ δίζεο σεῖο τοκῆα·
ἔγρεο, καὶ μεθύοντας ἐμοὺς μάστευε φονῆας·
εἰμὶ τεὸς γενέτης βαρυώδυνος, ὃν χάριν οἴνου
ἀγρονόμοι δασπλῆτες ἐδηλήσαντο σιδήρῳ.
ὦ τέκος, ὀλβίζω σε· σὺ γὰρ κταμένοιο τοκῆος
οὐ καναχὴν ἤκουσας ἀρασσομένοιο καρήνου,
οὐ πολιὴν ἐνόησας ἐρευθομένην ὑπὸ λύθρῳ,
οὐ νέκυν ἀρτιδάικτον ἐπισπαίροντα κονίῃ,
πατροφόνους κορύνας οὐκ ἔδρακες· ἀλλά σε δαίμων
ἔκτοθι πατρὸς ἔρυκε, τεὴν δʼ ἐφύλαξεν ὀπωπήν,
μὴ μόρον ἀθρήσειε δαϊζομένου γενετῆρος.
αἵματι πορφύροντας ἐμοὺς σκοπίαζε χιτῶνας·
χθιζὰ γὰρ οἰνωθέντες ἀμοιβαίοισι κυπέλλοις
ἀγρονόμοι βλύζοντες ἀήθεος ἰκμάδα Βάκχου
ἀμφʼ ἐμὲ κυκλώσαντο· δαϊζόμενος δὲ σιδήρῳ
μηλονόμους ἐκάλεσσα, καὶ οὐκ ἤκουσαν ἰωήν·
μούνη δʼ ὑστερόφωνος ἐμὸν κτύπον ἔκλυεν Ἠχὼ
θρήνοις ἀντιτύποισι τεὸν στενάχουσα τοκῆα.
οὐκέτι κουφίζουσα καλαύροπα μεσσόθεν ὕλης
εἰς νομὸν ἀνθεμόεντα καὶ εἰς λειμῶνας ἱκάνεις,
σὴν ἀγέλην βόσκουσα σὺν ἀγραύλῳ παρακοίτῃ·
οὐκέτι δενδροκόμοιο τεῆς ψαύουσα μακέλλης
κῆπον ἐς εὐώδινα φέρεις ἀμαρήιον ὕδωρ·
ἀλλὰ μελιρραθάμιγγος ἐμῆς ἀκόρητος ὀπώρης
κλαῖε τεὸν γενέτην με δεδουπότα· καί σε νοήσω
ὀρφανικὴν ζώουσαν ἀπειρήτην ὑμεναίων.
ὣς φαμένη πτερόεσσα παρέδραμεν ὄψις ὀνείρου.
κούρη δʼ ἐγρομένη ῥοδέας ἤμυξε παρειάς,
πενθαλέοις δʼ ὀνύχεσσιν ἀκαμπέας ἔξεσε μαζούς,
καὶ δολιχῆς προθέλυμνον ἀνέσπασε βότρυν ἐθείρης·
καὶ βόας ἀθρήσασα παρισταμένους ἔτι πέτρῃ
παρθένος ἀχνυμένη κινυρῇ βρυχήσατο φωνῇ·
Πῇ νέκυς Ἰκαρίοιο, φίλαι φθέγξασθε κολῶναι·