Ancient Greek · ~7 min
Book 47, lines 47.194-47.240
Nonnus of Panopolis, Διονυσιακά 47.194-240
Not analysed yet
πότμον ἐμοῦ γενετῆρος ἐθήμονες εἴπατε ταῦροι·
πατρὸς ἐμοῦ κταμένοιο τίνες γεγάασι φονῆες;
πῇ μοι ἐμὸς γενέτης γλυκὺς οἴχεται; ἦ ῥα διδάσκων
γείτονα καλλιφύτοιο νέους ὅρπηκας ὀπώρης
πλάζεται ἀγρονόμοισι παρήμενος, ἤ τινι βούτῃ
δενδροκόμῳ παρέμιμνε συνέστιος εἰλαπινάζων;
εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ.
εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου
ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι·
εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει,
ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.
ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης,
ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος.
οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις
παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης
ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,
οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν·
ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς
καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν,
καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος.
παρθενικὴ δʼ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ·
καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ
παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ
δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα.
χείλεσι δʼ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν
εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων
κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ,
καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ
εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ
ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ
αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ὤλετο κούρη,
ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ·
καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην
πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ
ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων.
οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,
ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων,
πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δʼ ὁδίταις
νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην
δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου.
οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης
ἴχνεσιν ἀκροτάτοισιν, ἀπʼ εὐπετάλων δὲ κορύμβων
παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ
γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις.
τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ,
πενθαλέῳ δʼ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,
θηγαλέοις ὀνύχεσσι χυτῆς χθονὸς ἄκρα χαράσσων.