Ancient Greek · ~7 min
Book 47, lines 47.241-47.285
Nonnus of Panopolis, Διονυσιακά 47.241-285
Not analysed yet
καὶ νέκυν ἀρτιδάικτον ἐπεκτερέιξαν ὁδῖται·
καὶ ξυνῆς μεθέπων ὑποκάρδιον ὄγκον ἀνίης
εἰς ἑὸν ἔργον ἕκαστος ἀνέδραμεν ὀξέι ταρσῷ·
αὐτὰρ ὁ μοῦνος ἔμιμνε κύων παρὰ γείτονι τύμβῳ
Ἠριγόνης ὑπʼ ἔρωτι, θελήμονι δʼ ὤλολε πότμῳ.
Ζεὺς δὲ πατὴρ ἐλέαιρεν· ἐν ἀστερόεντι δὲ κύκλῳ
Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ·
παρθενικὴ δʼ ἄγραυλος ἔχει στάχυν· οὐ γὰρ ἀείρειν
ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα.
Ἰκάριον δὲ γέροντα συνήλυδα γείτονι κούρῃ
εἰς πόλον ἀστερόφοιτον ἄγων ὀνόμηνε Βοώτην
φαιδρόν, Ἁμαξαίης ἐπαφώμενον Ἀρκάδος Ἄρκτου·
καὶ Κύνα μαρμαίροντα καταΐσσοντα Λαγωοῦ
ἔμπυρον ἄστρον ἔθηκεν, ὅπῃ περὶ κύκλον Ὀλύμπου
ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ.
καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ
ψεύδεϊ συγκεράσας· τὸ δʼ ἐτήτυμον, ὑψιμέδων Ζεὺς
ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης
οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ
ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς,
Σείριον, ὃν καλέουσιν ὀπωρινόν, Ἰκαρίου δὲ
ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ.
καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ,
ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ.
Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσας
ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου·
ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ
μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου.
ἄρτι γὰρ ὑπνώουσαν ἐπʼ αἰγιαλοῖσιν ἐάσας
παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς,
συνθεσίας δʼ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ
ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην
θαύματι μῖξεν ἔρωτα· χοροπλεκέεσσι δὲ Βάκχαις
γλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον·
Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω
ἢ ποδὸς ἢ σύριγγος· ἐάσατε Κύπριν ἰαύειν·
ἀλλʼ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης.
πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ·
ἀλλʼ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς,
Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ,
τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη;
ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μῆ παρὰ πόντῳ
κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη;
καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτός ἰαύει;
μὴ Θέτιν ἀργυρόπεζαν ἐπʼ αἰγιαλοῖσι δοκεύω;