Ancient Greek · ~7 min
Book 47, lines 47.601-47.646
Nonnus of Panopolis, Διονυσιακά 47.601-646
Not analysed yet
ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,
λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.
ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη
ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,
μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ
μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.
ὣς εἰπὼν προμάχιζεν· ἀνεπτοίησε δὲ Βάκχας
Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης
Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου
ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ,
ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.
καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ·
Οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·
οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·
οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ
νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ
ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.
καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ·
Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη
Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ
δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ
Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ
ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ,
ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν
εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης
ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων
ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς Ἀρούρης,
ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει
λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης
Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν
ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν
ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ.
Θήβης δʼ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω
αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην·
φήμης δʼ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου
πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ
σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες.
ἀλλὰ, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις
αἰνήσεις τάχα Βάκχον ὅτι πτερὰ σεῖο πεδίλων
ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις·
οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω
πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω
ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα
καὶ δρέπανον πετάλοις νικώμενον· οὔ σε σαώσει
Ζεὺς ἐμός, οὐ γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη,
καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ·