Ancient Greek · ~7 min
Book 47, lines 47.647-47.689
Nonnus of Panopolis, Διονυσιακά 47.647-689
Not analysed yet
ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη
ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης·
ἤ σε περισφίγξας ἐνὶ λάρνακι μείζονι δεσμῷ
πλωτὸν ἀκοντίζω σε τὸ δεύτερον ἠθάδι πόντῳ·
ἢν δʼ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου.
ἢν δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ,
οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.
ὣς εἰπὼν προμάχιζεν· ἐπεστρατόωντο δὲ Βάκχαι,
καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου
αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς·
ὑψώσας δʼ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων
ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι ταρσῷ
ἱπταμένου Περσῆος ὑπέρτερος, ἑπταπόρῳ δὲ
αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ,
καὶ νεφέλας ἔθλιψε· φόβῳ δʼ ἐλελίζετο Περσεὺς
δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου
ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης.
ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις·
καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης
λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην.
καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην·
καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας
καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν
μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρην
μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ,
καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς.
εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳ
χρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς,
καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ·
Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης,
οἶσθα μέν, ὥς σε σάωσα διιπετέων ἀπὸ πυρσῶν,
καἰ σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις
εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων
εἰς δόμον ὑμετέρης, κουροτρόφον ἤγαγον Ἰνοῦς·
καὶ σὺ τεῷ ῥυτῆρι φέρων χάριν υἱέι Μαίης,
γνωτέ, μάχην εὔνησον ὁμόγνιον· ἀμφότεροι γὰρ
Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος·
μὴ στρατὸν Ἀργείων, μὴ μέμφεο Περσέος ἅρπην·
οὐ γὰρ ἑκὼν ἐς Ἄρηα κορύσσεται· ἀλλά μιν Ἥρη
ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς
μάρναται ἀμφαδίην· σὺ δὲ χάζεο δῆριν ἐάσας,
μή σοι ἐπιβρίσειε πάλιν δυσμήχανος Ἥρη.
ἀλλʼ ἐρέεις ἀλόχοιο τεῆς μόρον· εὐκλέι πότμῳ.