Ancient Greek · ~8 min
Book 47, lines 47.690-47.738
Nonnus of Panopolis, Διονυσιακά 47.690-738
Not analysed yet
μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην
ὤφελες ὀλβίζειν, ὅτι τηλίκον εὗρε φονῆα
οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης,
κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης·
οὐ λίνα Μοιράων ἐπιπείθεται· οὐρανίου γὰρ
κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δʼ αὐτὴ
τῷ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου
Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ
εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ·
οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου,
ἀλλʼ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη
ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ
Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης.
τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν
αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;
ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δʼ ἀνέμοισιν Ἐνυώ,
καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης,
οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης.
μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων,
ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς
εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκας
αἰνήσεις μετόπισθεν, ἐπεὶ ταυρώπιδος Ἥρης
βωμὸν ἀναστήσουσι καὶ εὐθαλάμου σέο νύμφης.
τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσας
εἰς πόλον αὖτις ἵκανεν ἐπʼ ἀμφοτέροισι κεράσσας
θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ.
οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη·
ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν
θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ.
Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους
Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ·
Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ
σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,
Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,
μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας·
ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ
καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.
ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,
καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ
ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,
καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται
μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·
τύμπανα δʼ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ
σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,
κτείνετο δʼ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ
Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·