Ancient Greek · ~7 min
Book 48, lines 48.152-48.200
Nonnus of Panopolis, Διονυσιακά 48.152-200
Not analysed yet
καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ
γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ
παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν,
καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας
αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ
μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,
ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.
καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ
οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ
φάρμακον ἔσχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ
κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον Ἐρώτων
ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην.
ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.
ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ
ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου
ἄρσενα λύσατο χεῖρα· θεὸς δʼ ὑπʼ ὀλίζονι ῥιπῇ
γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην
ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη
χεῖρας ἐφαπλώσασα· τιταινομένης δʼ ἐπὶ πέζῃ
εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ.
Ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας
ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην,
καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων
νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ,
μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ.
καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην
γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ
ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων.
καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρην
χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων
Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην.
ἀλλʼ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα
Βάκχος, ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων
Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ,
μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ
κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον Ἐρώτων.
καὶ γάμος ἦν πολύυμνος· ἀσιγήτῳ δʼ ἐνὶ παστῷ
Σειληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον Ἐρώτων
συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων.
Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ
νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ
ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς,
καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ
Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ,
καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις Ἐρώτων,
καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ
Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης·