Ancient Greek · ~7 min
Book 48, lines 48.201-48.248
Nonnus of Panopolis, Διονυσιακά 48.201-248
Not analysed yet
καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ
νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην.
καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην
μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης·
Παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα·
παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης·
τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην;
σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος,
Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,
χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ,
ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει,
Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα·
Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος
τέρπεται Ἱπποδάμεια δὺν ἀρτιγάμῳ παρακοίτῃ.
καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις
τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ,
μῶμον ἀλευομένη πατρώιον· οὕ σε διδάξω
Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων,
ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων
γηραλέην σε τέλεσσεν, ἀπειρήτην Ἀφροδίτης,
συζυγίην δʼ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων.
μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν,
οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς·
ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων,
λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων.
Σιθόνος οὐ μεθέπεις χθόνιον γένος· οὐράνιος δὲ
πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης,
πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην·
καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων,
Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐνη Ἀφροδίτης·
πείθομαι, ὥς σε φύτευσεν ἅναξ ἐναγώνιος Ἑρμῆς
ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς,
καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν Ἐρώτων.
εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ,
μυρομένης δʼ εὔνησεν ἐπήρατα δάκρυα κούρης.
καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης
τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων.
Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα
Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ
δαίμονος εὐώδινος ἕσαν Κυβεληίδες αὐλαί.
ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης
Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη,
εἰσέτι νῆις Ἔρωτος, ὁμόδρομος ἰοχεαίρης,
ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,
Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν
νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο
πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην,
κούρην ἀντιάνειραν, ἀπειρήτην Ἀφροδίτης.