Ancient Greek · ~7 min
Book 48, lines 48.436-48.482
Nonnus of Panopolis, Διονυσιακά 48.436-482
Not analysed yet
μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου,
οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,
οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,
Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,
μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·
ἓν δέ σοι, ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη
παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται·
καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου
δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.
εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη
Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ,
καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ δὲ πορείῃ
παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,
γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ·
καὶ ταχινὴ πεφόρητο διʼ ἠέρος ὀξέι δίφρῳ,
καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων
Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,
πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.
αὔρης δʼ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψίνοον δὲ
αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,
καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ,
καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην
παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην
Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ,
καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ,
ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων,
Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,
τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δʼ ἐνὶ γαίῃ
ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,
καὶ Βρόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.
καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ,
εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον ἀμφὶ δὲ κούρῃ
ἡδυβόλῳ Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,
καὶ πρερὰ κυκλώσας ἐπεήσατο κοῦφος Ὀλύμπου.
καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·
οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης
ἐλπίδα Κυπρδίην, οὐ φάρμακον εἶχεν Ἐρώτων·
ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ
θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.
καὶ μογέων ἔκρυπτεν ἑὸν πόθον, οὐδʼ ἐνὶ λόχμαις
Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης,
μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι
ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες;