Ancient Greek · ~7 min
Book 48, lines 48.392-48.435
Nonnus of Panopolis, Διονυσιακά 48.392-435
Not analysed yet
σὸν χόλον, ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί·
Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς Ἀρούρης;
τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;
μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων
εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης;
Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί;
τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται
κεῖνος, ὃς ὑμετέροιο τάλας ἔψαυσε χιτῶνος,
μητρὸς ἔσω λαγάνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ
χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων,
σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίρης·
εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης
συζυγίην μενέαινε τεῶν ἀκίχητον Ἐρώτων,
κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης·
εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ,
ἄλλη λαϊνέη Νιόη κλαύσειε γενέθλην·
τίς φθόνος, εἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω;
μή σε πατὴρ διὰ λέκτρα μετὰ γλαυκῶπιν ὀρίνει;
μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων,
οἷα καὶ Ἡφαίστῳ καθρῆς ὑμέναιον Ἀθήνης;
εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ,
ἔσσομαι ἀχνυμένης τιμήορος ἰοχεαίρης.
οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ
τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη·
Παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης,
οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει·
οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ·
οὐ νέος Ὠρίων με βιάζεται, υἱὸς Ἀρούρης·
ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ
ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Λὔρη·
ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·
μητρὶ δʼ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,
καὶ πἁλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Λὔρη·
ἀλλʼ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη
αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη
δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν
μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
δός μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
λαϊνέης ἀτίνακτν ἀμειβομένης δέμας Αὔρης·