Ancient Greek · ~7 min
Book 48, lines 48.619-48.668
Nonnus of Panopolis, Διονυσιακά 48.619-668
Not analysed yet
νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει·
σιγῇ ἐφʼ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσῃ.
καί μιν ἰδὼν Ἰόβακχος ἐπʼ ἀστρώτοιο χαμεύνης
νυμφιδίου Ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου,
ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων
κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης·
χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην
παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ,
μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου·
καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης,
καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν,
μή μιν ἀλυσκάζειεν· ἐπιστορέσας δὲ κονίῃ
παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην Ἀφροδίτῃ
αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην.
καὶ πόσις ἦν ἀνάεδνος· ὑπὲρ δαπέδοιο δὲ δειλὴ
οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ·
καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης
ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς
πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης,
καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων·
καὶ γάμος ὡς ὄναρ ἔσκε. Πολυσκάρθμῳ δὲ χορείῃ
εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη,
ἡμιφανὴς δʼ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην·
μούνη δʼ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ,
αἰδομένη δʼ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης,
μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.
καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων
νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας,
νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ
λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην
χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.
καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων,
ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.
νύμφη δʼ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ
ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν Ἐρώτων·
θάμβεϊ δʼ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης
στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ
καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,
ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,
μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην
στέρνα πάλιν σκιόωσα, καὶ ἠθάδος ἄντυγα μαζοῦ
παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ.
ἀχνυμένη δʼ ὀλόλυζε, κατάσχετος ἅλματι λύσσης·
ἀγρονόμους δʼ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης
τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ
μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ
βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς,
Τιθωνὸν χαρίεντα, δυσίμερον ἀνέρα βούτην,
ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ
Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη·