Ancient Greek · ~7 min
Book 48, lines 48.669-48.716
Nonnus of Panopolis, Διονυσιακά 48.669-716
Not analysed yet
ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,
ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος·
αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν
αἰνοπαθής, ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη
ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν·
ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς
ὅττί μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν·
γειοπόνους δʼ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αυτοἰ
Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,
Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτην·
ἔκτανε δʼ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ
πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστόν Ἀθήνης,
ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς·
Βακχείης δʼ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,
ὅττι φιλακρήτοιο μέθης Βλύζοντες ἐέρσην
οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·
οὕ πω γάρ δεδάηκε δολοφροσύνην Διονύσου
καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,
ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων
αἵματι φοινήεντι περιρραίνουσα κολώνας.
καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,
Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ
λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος
ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης·
καὶ βρέτας ἀρπάξασα τελεσσιγάμου Κυθερείης
Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις
γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.
καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην
δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ·
καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος ἀφρογενείης.
φοιταλέη δʼ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,
καὶ σταλίκων ἔψαυσε, πάλιν δʼ ἐμνήσατο θήρης·
καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,
ὀξὺ δέ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
Τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;
εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων
εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεύς,
οὐδὲ καἰ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,
ἀγροτέρους μετά θῆρας ὀιστεύσω πόλον ἄστρων·
εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,
πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·
εἰ δὲ λέχος σύλησεν ἐμὸς Κυλλήνιος Ἑρμῆς,
Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,
καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ·
εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων
ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,
ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ
οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω·