Ancient Greek · ~7 min
Book 48, lines 48.763-48.808
Nonnus of Panopolis, Διονυσιακά 48.763-808
Not analysed yet
οὐ δύνασαι κρύπτειν κρύφιον γάμον· οἰδαλέοι γὰρ
σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί.
εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη,
πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν;
τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην;
ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης.
οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην·
σὸς γάμος οὕ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις,
σὸς πόσις οὔ με λέληθε· βαρυνομένη δέμας ὕπνῳ
εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ.
ἀλλὰ τεὸν λίπε τόξον· ἀναινομένη δὲ φαρέτρην
ὄργια μυστιπόλευε γυναιμανέος σέο βάκχου,
τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν.
πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης,
ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης;
μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς;
μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων;
πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων·
καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι
φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.
ἔννεπε κερτομέουσα· καὶ ἔμπαλιν ᾤχετο δαίμων,
θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας.
κούρη δʼ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης
ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης·
πέτραι δʼ ἀντιάχησαν· ἐρισμαράγοιο δὲ κούρης
φθόγγου ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ.
καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ
κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο,
καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν· ἐχθομένην γὰρ
Ἄρτεμιν οὐ μενέαινεν ἐπʼ ὠδίνεσσι καλέσσαι·
Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου
μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ.
κούρη δʼ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν,
νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης·
Οὕτως ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην,
οὕτως ἀμφοτέρας ἐγκύμονας ὄφρα νοήσω·
Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι,
μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ·
παρθενικὴ γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.
οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ
Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ.
Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης,
θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.
εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης.