Ancient Greek · ~7 min
Book 48, lines 48.809-48.850
Nonnus of Panopolis, Διονυσιακά 48.809-850
Not analysed yet
καὶ τόκον ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ
νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.
καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου
μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης
τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν·
Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην·
γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο
τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης,
τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι.
καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης;
καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;
καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ
μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον Ἐρώτων.
εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἶς πόσις Αὔρης
παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων·
οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρήν,
ὡς πάρος, αὖ ἐρύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ
ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.
ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης,
οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή.
Λητῴη δʼ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης
ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης·
τειρομένην δʼ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ·
Παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων;
ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;
οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.
ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες
νόσφι γάμου τίκτουσι; σὺ γάρ, φιλοπάρθενε κούρη,
ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην.
ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο
Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη
εἰς τόκον ἀγροτέρης οὐ δεύεαι ἰοχεαίρης;
οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων
ἔδρακεν Εἰλείθυια, τεῆς ἐλάτειρα γενέθλης·
ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί.
μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις·
ᾗ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη·
τίς νέμεσίς ποτε τοῦτο; κατʼ οὔρεα τέκνα λοχεύεις,
ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.
ἔννεπε· καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη
Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή,
ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι.