Ancient Greek · ~7 min
Book 48, lines 48.851-48.894
Nonnus of Panopolis, Διονυσιακά 48.851-894
Not analysed yet
καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον· Ἀρτέμιδος γὰρ
φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης
διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης
λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων
Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης.
καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην
τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ·
Μαῖα, γυνὴ μονιή, διδυμητόκε δύσγαμε νύμφη,
υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ·
παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα·
εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην.
Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ·
σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος
σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.
εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην.
καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην,
μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην
μειδιόων Διόνυσος· ἐρημονόμοιο δὲ κούρης
ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις·
Ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες Ἐρώτων·
ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν,
παρθενικῆς δʼ ἑτέρης γάμον ἥρπασεν· ἐν δὲ κολώναις
ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον Ἐρώτων
σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη.
οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν Ἐρώτων,
οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης·
ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς
νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη.
ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο,
πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης,
σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ
τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη·
οἶδα γάρ, ὡς διδύμων βρεφέων ἔνα παῖδα δαμάσσει
ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ·
ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρά κεν εἴη
σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.
ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ,
κυδιόων Φρυγίοισιν ἐπʼ ἀμφοτέροις ὑμεναίοις
πρεσβυτέρης ἀλόχοιο καἰ ὁπλοτέρης περὶ νύμφης.
καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ,
παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ·
ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω·
νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν,
αὔρης δʼ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·