Ancient Greek · ~7 min
Book 5, lines 5.103-5.150
Nonnus of Panopolis, Διονυσιακά 5.103-150
Not analysed yet
καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,
καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
μιμηλὴν δʼ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,
φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,
ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ,
Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,
Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ
παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,
καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπʼ εὐκύκλῳ δὲ χορείῃ
αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.
ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης
ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ
πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης
μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους
ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.
καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι
Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης.
καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην
Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,
ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ
ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν
νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπʼ ἄλλῳ
εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ·
Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων
Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,
ἵππιος ὤπασε δῶρα θαλάσσια κυανοχαίτης·
Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων,
καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ
Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ,
χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην·
καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη·
Ἄρεα κυδαίνουσα πολυφράδμων Ἀφροδίτη
χρύσεον ὁρμὸν ἔχοντα λίθων πολυδαίδαλον αἴγλην
λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,
Ἡφαίστου σοφὸν ἔργον, ὅ περ κάμε Κυπρογενείῃ,
τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·
ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης
υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος·
ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας
λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι Μαίης
ποικίλον ὁρμὸν ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ
ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ
δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ
ἰὸν ἀποπτύουσα διʼ ἀμφοτέροιο καρήνου,
ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ,
εἰς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,
λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ·