Ancient Greek · ~7 min
Book 5, lines 5.151-5.201
Nonnus of Panopolis, Διονυσιακά 5.151-201
Not analysed yet
ὣς ὅ γε ποικίλος ὁρμὸς ἐαγότα νῶτα τιταίνων
κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,
ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων
πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης
χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης,
καί οἱ ἑλισσομένη κεφαλὴ πολυδίνεϊ παλμῷ
ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.
καὶ στομάτων ἑκάτερθεν ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή,
αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,
ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων,
ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κημῷ·
τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης
εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης
λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη
ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης
ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ·
ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης
γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης
λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἰθοπι κόσμῳ
λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης.
ἀλλήλαις δʼ ἑκάτερθε συναπτομένων κεφαλάων
χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων,
αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις
σύμπλοκον ἔνθα καὶ ἔνθα· διʼ εὐφαέος δὲ προσώπου
λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην
ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ
ἁπτομένῳ· κομόων δὲ λίθων πολυειδέι μορφῇ
πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου
δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ
εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης·
τῷ ἔνι δαίδαλα πάντα τετεύχατο, τῷ ἔνι πάντα
χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης,
οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης
μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς—
ψευδαλέην δʼ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν—
καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης
ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν,
ὁρμὸν ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ
χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.
καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ
Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ
τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ
ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,
τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.
πρώτη δʼ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων
μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην
πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ
καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,
μήτηρ δισσοτόκος· τριτάτη δʼ ἀνέτελλεν Ἀγαύη,
ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις
εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ·