Ancient Greek · ~8 min
Book 5, lines 5.202-5.257
Nonnus of Panopolis, Διονυσιακά 5.202-257
Not analysed yet
καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου
Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη
θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ
δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς.
ἄρσενα δʼ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ
Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ,
Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,
ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις
σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.
καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι.
Κεκριμένας δὲ θύγατρας ἐπεκλήισσεν ἀκοίταις
Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ,
καὶ λέχος ἄλλο μετʼ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ
πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς,
αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ·
οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης
γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,
ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις
λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης
παῖδα συνεκλήισσε περισσονόῳ παρακοίτῃ.
καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ
δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·
καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ὄγμος ἀνάγκῃ
φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,
ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης
δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.
κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν
εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,
πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης
θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,
ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,
καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης
καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν
πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ
καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας
ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης
πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,
μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ
ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος.
κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων,
πλαζομένης δʼ ἔστησεν ἐρημάδος ἔργα μελίσσης,
ἥ τις ἔσω λειμῶνος ἀπʼ ἄνθεος ἄνθος ἀμείβει
εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις
χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης·
καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος
γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων
φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης,
καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ
σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων
πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης
δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ
βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ
χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων
καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην
ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο.