Ancient Greek
Book 5, lines 5.459-5.508
Nonnus of Panopolis, Διονυσιακά 5.459-508
Not analysed yet
σήμερον Ἀκταίωνά τις ἥρπασεν, εἴπατε, πέτραι,
πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.
τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·
τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;
οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ
Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,
ὅς ποτε θῆρας ἔπεφνεν· ὑπʼ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς
Ἀγρέος αἷμα φέρων ἀγρεύεται ἰοχεαίρῃ.
τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.
πολλάκι δʼ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι·
λῆγε, κύων βαρύμοχθε, πολυπλανὲς ἴχνος ἑλίσσων·
δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,
δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς,
ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.
ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.
θάμνος ἔην τανύφυλλος, ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης·
δειλὸς ἐγώ· φυλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσας
πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης
Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.
ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων
Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας ἰοχεαίρης
τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ
ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.
ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ
Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ
ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη
χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·
φαίης δʼ, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο
ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.
νηιάδες δʼ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ
σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ
νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.
καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·
ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,
καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς
ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,
καὶ κύνες ἀγρευτῆρες ὁμῶς ἐχάραξαν ὀδόντας.
σιγήσω τόδε πάντα· τί δεύτερον ἄλγος ἐνίψω;
μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.
πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται
λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα
πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ
οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,
ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω
πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ
ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,
εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,
εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης
τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δʼ ἤλλαξε φαρέτρην.