Ancient Greek
Book 5, lines 5.509-5.551
Nonnus of Panopolis, Διονυσιακά 5.509-551
Not analysed yet
ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·
οὐ κύνες Ὠρίωνα κυνοσσόον αἴθε καὶ αὐτὸν
σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.
δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·
εἰσαΐων δʼ, ὅτι Φοῖβος, ἀδελφεὸς ἰοχεαίρης,
Κυρήνῃ παρίαυεν, ἐμὸν δʼ ἔσπειρε τοκῆα,
Αρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.
καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς
ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,
καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,
ὠισάμην, ὅτι τοῖος ἔην νόος ἰοχεαίρης.
ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,
μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.
ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,
δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο, τόξα καὶ ἰοὺς
πῆξον ἐμὸν παρὰ τύμβον, ὅ περ γέρας ἐστὶ θανόντων.
ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις
τέρπεται ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.
ζωότυπον δʼ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ
στικτὸν ἐμὸν νόθον εἶδος ἀπʼ αὐχένος εἰς πόδας ἄκρους·
μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,
πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.
μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γάρ
δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτης.
εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ
ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης
ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου.
ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας
πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,
καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.
καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη
ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης·
καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων
κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν
ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.
ὀστέα δʼ ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ,
λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,
καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην,
καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.
ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,
πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι
ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.