Ancient Greek · ~7 min
Book 5, lines 5.552-5.600
Nonnus of Panopolis, Διονυσιακά 5.552-600
Not analysed yet
ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ,
τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη
γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ
πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς.
καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους
εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ·
αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην
ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη
παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ
μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.
καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις·
ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,
ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,
αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς,
ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ
σύγγαμος οὐδαίοιο μελαγχλαίνου βασιλῆος,
Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,
μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην
κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης
Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων
δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς
ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς,
ὤρεγε δʼ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,
καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης
ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ
Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου
ποικίλον ὁρμὸν ἔτεινε πολύχροον ἀμφιγυήεις·
ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην
Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην·
δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,
ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ
γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ.
Ζεύς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ·
καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην
ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,
Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ
λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης·
καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ
ἐξ ὀλίγου σπινθῆρος· ἐπʼ εὐκόλπῳ δὲ θεαίνῃ
Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.
καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη
κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ
σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς
ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ,
μιμηλὴν δʼ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ
αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου
ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης·