Ancient Greek · ~8 min
Book 6, lines 6.200-6.257
Nonnus of Panopolis, Διονυσιακά 6.200-257
Not analysed yet
καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ
τρηχαλέον μύκημα διʼ ἠέρος ἔβρεμεν Ἥρη,
μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ
αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου,
καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες
ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ.
Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου
γινώσκων σκιόεντα τύπον δοδίοιο κατόπτρου,
μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ
Ζαγρέος εὐκεράοιο κατεκλήισσε φονῆας
Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων
θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης.
ἀντολίην δʼ ἔφλεξε καὶ αἰθαλόεντι βελέμνῳ
αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ
κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,
Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου
ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς.
καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ
Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ
ἡμιδαὴς σέδας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη,
Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς
πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης·
καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος
θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών.
καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων
Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ·
Ζεὺς δὲ χόλον πρήυνε, μαραινομένην δὲ καραυνῷ
γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι
λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης.
καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς
πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ,
ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις
κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων
ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ
καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη,
καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ
Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα κεραίης
εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,
γείτων δʼ Ἠελίοιο προάγγελον Ἱστοβοῆος
σκορπίον εἶχεν Ἄρης, μιτρούενον αἴθοπι Ταύρῳ,
δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην,
καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης
ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,
δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην,
καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος
φέγγεϊ παχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῇ
παρθενικῇ πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς,
ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ
αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες
Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου
κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι,
ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο
λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ
κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον Ὠκεανοῖο,
καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ
δοψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι·