Ancient Greek
Book 6, lines 6.258-6.306
Nonnus of Panopolis, Διονυσιακά 6.258-306
Not analysed yet
ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης
Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή,
χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ
ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης,
μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη.
ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης
χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων
μυδαλέοις μελέεσσι· χαραδραίῳ δʼ ἐνὶ κόλπῳ
εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης·
καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο
θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν· εἱλικόεις δὲ
πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ.
καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης
ἔγχλοον αἰθύσσοντες ἐπʼ ἐξύι δίπτυχον οὐρὴν
Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις,
σύμπλοον ἠερίοισιν ἐπτιρέψαντες ἀήταις
στικτὴν ἠθάδα κόχλον· ἐν εὐύδρῳ δὲ κολώνῃ
Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς,
καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων
μυδαλέην σύριγγα διαπλώουσαν ἐάσσας·
ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς.
καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ
ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπʼ ἄλλῳ
πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ·
καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος
χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ
πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ
λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου
ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι
συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ.
καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείζονι παλμῷ
μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ
πόντιος ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν
ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ.
Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβροχον ὕδωρ·
καὶ χλοερῆς Θέτιν εἶχεν ἐπʼ ἰξύος ὑγρὸς ὁδίτης,
τρίτων εὐρυγένειος, ἐπʼ ἰχθυόεντι δὲ νώτῳ
πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαύη,
καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ,
Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς.
καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις
πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης.
καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην
νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν·
Πῇ φέρεαι, Γαλάτεια, διʼ οὔρεος ἀντὶ θαλάσσης;
μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν;
πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου,
μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις
νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ.