Ancient Greek · ~7 min
Book 7, lines 7.233-7.279
Nonnus of Panopolis, Διονυσιακά 7.233-279
Not analysed yet
μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ
γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο, καί τινι πηγῆς
Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ
ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις
παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω·
πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν
εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,
λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη·
εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,
τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;
εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,
μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ
οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη
αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ
ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.
εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε—παρθενικῆς γὰρ
γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω—,
καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην
λούσατο δέρμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.
κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν·
εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,
αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.
τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίη φάτο φωνή
Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ
νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης·
ἀσταθέος δʼ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,
πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,
πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην
πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων
ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης·
στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ
μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων·
καὶ χρόα πάντα δόκευεν· ἀθηήτοιο δὲ μούνου
ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.
καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων
νηχομένῃ Σεμέλῃ συνενήχετο· θελγομένῳ δὲ
ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ
παιδὶ πατὴρ ὑπόειξεν· ἀκιδνοτάτῳ δὲ βελέμνῳ
βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ·
οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεντι φορῆι
ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ
ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ
οὐρανίη· καὶ βαιὸς Ἔρως λασιότριχι ῥινῷ,
αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ
βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.
καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ
θάμβος ἔχων· φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.