Ancient Greek · ~7 min
Book 7, lines 7.178-7.232
Nonnus of Panopolis, Διονυσιακά 7.178-232
Not analysed yet
οὐκ ἀθεεὶ δὲ ῥέεθρα μετήιεν, ἀλλά ἑ κείνου
εἰς προχοὰς ποταμοῖο προμάντιες ἤγαγον Ὧραι
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀμφὶ δὲ κούρῃ
ὑψιφανὴς ἐλέλιζεν ἀτέρμονα κύκλον ὀπωπῆς.
καὶ βιοτῆς ἐπίκουρον ἐν ἠέρι τόξον ἀνέλκων
πατρὸς ὀπιπευτῆρος Ἔρως ἀντώπιος ἔστη,
τοξευτὴρ ἀκίχητος· ἐπʼ ἀνθοκόμῳ δὲ βελέμνῳ
νευρὴ μὲν σελάγιζεν, ὀπισθοτόνοιο δὲ τόξου
ἑλκομένου ῥοίζησε σοφὸν βέλος Εὔιον ἠχώ.
Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος· οὐτιδανῷ δὲ
αὐχένα κάμψεν Ἔρωτι· καὶ εἴκελος ἀστέρος ὁλκῷ
συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων
εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ,
ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ,
ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων
ἄστατον ὄμμα φέρων γαίης ὀχετηγὸν ἀνάγκης
παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ·
καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης
Εὐρώπην ἐνόησε τὸ δεύτερον· ἐν κραδίῃ δὲ
κάμνε πάλιν Φοίνικα φέρων πόθον· ἀγλαΐης γὰρ
τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ
πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.
Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν,
καὶ Σεμέλης διʼ ἔρωτα προώριος αἰετὸς ἔπτη
ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο,
Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων
ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς·
αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης
γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης·
οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν
ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης,
ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων
ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου,
ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην.
καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ,
καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν
ἀστράπτων Χαρίτεσσιν· ὀπιπεύουσα διὰ νύμφην
νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν·
Μὴ προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ
μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων
εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ
ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;
μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις
κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων
ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ;