Ancient Greek · ~7 min
Book 7, lines 7.45-7.93
Nonnus of Panopolis, Διονυσιακά 7.45-93
Not analysed yet
ἄρκιος οὐ πέλε πότμος, ὃς ἔκρυφε πολλάκι Λήθῃ
νυμφίον ἀρτιχόρευτον ὁμόστολον ἥλικι νύμφῃ,
συζυγίης ἀλύτοιο φερέσβια πείσματα λύσας.
οἶδα μέν, ὡς ἐρόεις πέλεται γάμος, ἧχι λιγαίνει
Πανιάδος σύριγγος ὁμόθροος αὐλὸς Ἀθήνης·
ἔμπης, ποῖον ὄνειαρ, ὅτε ζυγίῳ παρὰ παστῷ
ἑπτατόνου φόρμιγγος ἀράσσεται ὄρθιος ἠχώ;
πηκτίδες οὐ λύουσι μεληδόνας· ἀλλὰ καὶ αὐτὸς
νυμφιδίην ἀχόρευτος Ἔρως ἀπεσείσατο πεύκην
τερπωλῆς χατέοντας ὀπιπεύων ὑμεναίους.
ἀλλὰ πολυκμήτων μερόπων ἐπίληθον ἀνίης
φάρμακον ἐρρίζωτο βιοσσόον· οὐράνιον γὰρ
οὐκ ὄφελέν ποτε κεῖνο πίθου κρήδεμνον ἀνοῖξαι
ἀνδράσι Πανδώρη γλυκερὸν κακόν. ἀλλὰ καὶ αὐτὸς
ἀνδρομέης κακότητος ἐπαίτιός ἐστι Προμηθεύς,
ὃς μογερῶν μερόπων ἐπικήδεται· ἀρχεκάκου γὰρ
ἀντὶ πυρὸς γλυκὺ νέκταρ, ὅ περ μακάρων φρένα τέρπει,
κλέψαι μᾶλλον ὄφελλε καὶ ἀνδράσι δῶρον ὀπάσσαι,
ὄφρα τεῷ σκεδάσειε ποτῷ μελεδήματα κόσμου.
ἀλλὰ λιπὼν βιότοιο πολυφλοίσβοιο μερίμνας
σὰς τελετὰς σκοπίαζε κατηφέας· ἦ ῥά σε θέλγει
ἀσπόνδων θυέων ἀνεμώλιος ἀτμὸς ἀλήτης;
ὣς φαμένοιο γέροντος ἐπὶ χρόνον ἔμφρονι σιγῇ
μῆτιν ἑὴν ἐλέλιζεν ἀτέρμονα μητίετα Ζεύς·
καὶ φρενὸς ἡνία λῦσεν· ἐπασσυτέρῃσι δὲ βουλαῖς
ἐγκεφάλου γονόεντος ἐδινεύοντο μενοιναί.
καὶ Κρονίδης Αἰῶνι θεηγόρον ἴαχε φωνὴν
ἄξονος ὀμφήεντος ὑπέρτερα θέσφατα φαίνων·
Ὦ πάτερ, ἀενάων ἐτέων αὐτόσπορε ποιμήν,
μὴ νεμέσα· βροτέη γὰρ ἀώριος οὔ ποτε λήγει
πληθομένη μινύθουσα φύσις, μίμημα σελήνης.
νέκταρ ἔα μακάρεσσι, καὶ ἀνδράσιν ἄλκαρ ἀνίης
αὐτοχύτῳ γλυκὺν οἶνον ἐοικότα νέκταρι δώσω·
ἄλλο ποτὸν μερόπεσσιν ἐφάρμενον· ἀρχέγονος δὲ
ἄχνυται εἰσέτι κόσμος, ἕως ἕνα παῖδα λοχεύσω.
τίκτω ἐγὼ γενέτης, καὶ τλήσομαι ἄρσενι μηρῷ
θηλυτέρας ὠδῖνας, ὅπως ὠδῖνα σαώσω.
χθιζὰ μὲν εὐρυάλωος ἐμῆς ὑπὸ νεύματι Δηοῦς
γαῖα χαρασσομένη σταχύων μνηστῆρι σιδήρῳ
ξηρὸν ἀμαλλοτόκοιο λοχεύσατο καρπὸν ἀρούρης.
ἤδη δʼ ἀγλαόδωρος ἐμὸς πάις ἐν χθονὶ πήξει
ὑγρὸν ἀκεσσιπόνοιο θυώδεα καρπὸν ὀπώρης,
νηπενθὴς Διόνυσος, ἀπενθέα βότρυν ἀέξων,
ἀντίπαλος Δήμητρι· καὶ αἰνήσεις με δοκεύων
ἄμπελον οἰνοτόκοισιν ἐρευθιόωσαν ἐέρσαις
εὐφροσύνης κήρυκα, καὶ ἀγρονόμους παρὰ ληνῷ
ποσσὶ βαρυνομένοισιν ἐπιθλίβοντας ὀπώρην,
Βασσαρίδων τε φάλαγγα φιλεύιον ὑψόθεν ὤμων
ἄπλοκον αἰθύσσουσαν ἐς ἠέρα λυσσάδα χαίτην·