Ancient Greek
Book 7, lines 7.94-7.140
Nonnus of Panopolis, Διονυσιακά 7.94-140
Not analysed yet
καὶ φρένα βακχεύσαντες ἀμοιβαίοισι κυπέλλοις
πάντες ἀνευάξουσιν ἐπʼ εὐκελάδοιο τραπέζης
ἀνδρομέης Διόνυσον ἀλεξητῆρα γενέθλης·
τοῦτον ἀεθλεύσαντα μετὰ χθόνα σύνδρομον ἄστρων,
γηγενέων μετὰ δῆριν, ὁμοῦ μετὰ φύλοπιν Ἰνδῶν
Ζηνὶ συναστράπτοντα δεδέξεται αἰόλος αἰθήρ.
καὶ θεὸς ἡμερίδων ἐπικείμενον οἴνοπι κισσῷ
ὡς στέφος ἑρπηστῆρα περὶ πλοκάμοισιν ἑλίξας
σῆμα νέης θεότητος ἔχων ὀφιώδεα μίτρην·
καὶ μακάρων ὁμότιμος ἐπώνυμος ἀνδράσιν ἔσται
ἀμπελόεις Διόνυσος, ἅτε χρυσόρραπις Ἑρμῆς,
χάλκεος ὥς περ Ἄρης, ἑκατηβόλος ὥς περ Ἀπόλλων.
εἶπε πατήρ· Μοῖραι δὲ συνῄνεον· ἀμφὶ δὲ μύθῳ
ἐσσομένων κήρυκες ἐπέπταρον εὔποδες Ὧραι.
καὶ τὰ μὲν ὣς εἰπόντε διέτμαγεν, ὃς μὲν ἱκάνων
οἶκον ἐς Ἁρμονίης, ὁ δὲ ποικίλον εἰς δόμον Ἥρης.
καὶ σοφὸς αὐτοδίδακτος Ἔρως αἰῶνα νομεύων
πρωτογόνου Χάεος ζοφεροὺς πυλεῶνας ἀράξας
ἰοδόκην ἐκόμισσε θεήλατον, ᾗ ἔνι μούνῃ
εἰς πόθον ἀλλοπρόσαλλον ἐπιχθονίων ὑμεναίων
Ζηνὶ πυριτρεφέες πεφυλαγμένοι ἦσαν ὀιστοὶ
δώδεκα, καὶ χρύσειον ἔπος μετρηδὸν ἑκάστῳ
ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης·
πρῶτος ἄγει Κρονίωνα βοώπιδος εἰς λέχος Ἰοῦς·
δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ·
Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου·
τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην·
πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους·
αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει·
ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει·
ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ·
εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ·
θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης·
ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης·
δωδέκατος τρισέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.
ἀλλʼ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων,
ἄλλους μὲν μεθέηκε πυριγλώχινας ὀιστούς,
χειρὶ δὲ πέμπτον ἄειρε καὶ ἥρμοσεν αἴθοπι νευρῇ
κισσὸν ἐπὶ γλωχῖνι βαλὼν πτερόεντος ὀιστοῦ,
δαίμονος ἀμπελόεντος ἵνα στέφος ἅρμενον εἴη,
νεκταρέου κρητῆρος ὅλον βέλος ἰκμάδι βάψας,
νεκταρέην ἵνα Βάκχος ἀεξήσειεν ὀπώρην.
ὄφρα μὲν εἰς Διὸς οἶκον Ἔρως κουφίζετο παλμῷ,
τόφρα δὲ καὶ Σεμέλη ῥοδοειδέι σύνδρομος ὄρθρῳ
ἀργυρέης ἐτίταινε διʼ ἄστεος ἦχον ἱμάσθλης
ἡμιόνους ἐλάουσα, καὶ ὄρθιος ἄκρα κονίης
λεπτὸς ἐυκνήμιδος ἐπέγραφεν ὁλκὸς ἀπήνης·