Ancient Greek · ~7 min
Book 8, lines 8.290-8.332
Nonnus of Panopolis, Διονυσιακά 8.290-332
Not analysed yet
Πρὸς Δανάης λίτομαί σε ῥυηφενέων ὑμεναίων,
δὸς χάριν, Εὐρώπης κερόεις πόσις· αἰδέομαι γὰρ
κικλήσκειν Σεμέλης σε, τὸν ὡς ὄναρ εἶδον, ἀκοίτην.
Ἀκρίσιος Κάδμοιο μακάρτερος· ἀλλὰ καὶ αὐτὴ
ἤθελον, εἰ χρύσειον ἴδον γάμον, ὑέτιε Ζεῦ,
εἰ μὴ τοῦτο γέρας σέο Περσέος ἥρπασε μήτηρ·
ἤθελον, εἴ με κόμισσας ἐν ὕδασι ταῦρος ὁδίτης
ὤμοις ὑμετέροισιν, ἵνα πλάζοιτο καὶ αὐτὸς
γνωτὸς ἐμὸς Πολύδωρος, ἀλήμονος ἅρπαγα νύμφης
μαστεύων, ἅτε Κάδμος, ἐμὸν Κρονίωνα φορῆα.
ἀλλὰ τί μοι βοέοιο γάμου τύπος ἢ νιφετοῖο;
οὐκ ἐθέλω γέρας ἶσον, ὅ περ χθονίη λάχε νύμφη.
Εὐρώπῃ λίπε ταῦρον, ἔα Δανάῃ χύσιν ὄμβρου·
Ἥρης μοῦνος ἔχει με γάμων φθόνος. εἴ με γεραίρεις,
παστὸν ἐμὸν κόσμησον ἐπουρανίῳ σέο πυρσῷ
αἰθύσσων νεφέων ἐρόεν σέλας, ἀστεροπὴν δὲ
ἕδνον ἐμῆς φιλότητος ἀπειθέι δεῖξον Ἀγαύῃ·
Αὐτονόη φρίξειεν ἐμῷ παρὰ γείτονι παστῷ
νυμφοκόμων ἀίουσα μέλος βρονταῖον Ἐρώτων,
σύμβολον αὐτοβόητον ἀκηρύκτων σέο λέκτρων.
δὸς δέ, περιπτύξαιμι φίλην φλόγα καὶ φρένα τέρψω
ἀστεροπῆς ψαύουσα καὶ ἀμφαφόωσα κεραυνούς.
δός μοι σῶν θαλάμων ζυγίην φλόγα· πᾶσα δὲ νύμφη
πυρσὸν ἔχει πομπῆα τελεσσιγάμων ὑμεναίων.
ἦ ῥα τεῶν γαμέων οὐκ ἄξιός εἰμι κεραυνῶν
Ἄρεος αἷμα φέρουσα καὶ ὑμετέρης Ἀφροδίτης;
δειλὴ ἐγώ· Σεμέλης μὲν ἔχει γάμος ὠκύμορον πῦρ
καὶ χθονίους λαμπτῆρας, ἐφαπτομένη δὲ κεραυνοῦ
καὶ στεροπῆς ψαύουσα τεὴ νυμφεύεται Ἥρη.
νυμφίε τερπικέραυνε, σὺ μὲν πολυφεγγέι παστῷ
ἔνθεον εἶδος ἔχων ἐπὶ δέμνιον ἔρχεαι Ἥρης
ἀστεροπαῖς γαμίῃσι καταυγάζων σέο νύμφην
Ζεὺς πυρόεις, Σεμέλῃ δὲ δράκων ἢ ταῦρος ἱκάνεις·
κείνη μὲν βαρύδουπον Ὀλύμπιον ἦχον Ἐρώτων
εἰσαΐει, Σεμέλη δὲ τύπῳ σκιοειδέι μορφῆς
ταύρου ψευδαλέοιο νόθον μυκηθμὸν ἀκούει·
ἄψοφος εἰς ἐμὰ λέκτρα κατέρχεται ἀννέφελος Ζεύς,
καὶ νεφεληγερέτης ὑψαύχενι μίγνυται Ἥρῃ.
κούρης δʼ αἰνογάμοιο πατὴρ ἐμὸς αἴσχεα φεύγων
ἐνδόμυχος σέο Κάδμος ἀλυσκάζει πάτον ἀνδρῶν,
αἰδόμενος ναέτῃσι φανήμεναι, ὅττι πολῖται
πάντες ἐφυβρίζουσι τεοῖς κρυφίοις ὑμεναίοις
μεμφόμενοι Σεμέλην, ὅτι φώριον ἔσχεν ἀκοίτην.