Ancient Greek · ~7 min
Book 8, lines 8.333-8.374
Nonnus of Panopolis, Διονυσιακά 8.333-374
Not analysed yet
καλὸν ἐμοὶ πόρες ἕδνον ὀνείδεα θηλυτεράων·
καὶ χορὸς ἀμφιπόλων ἐμὲ μέμφεται, ἔξοχα δʼ ἄλλων
δειμαίνω στόμα λάβρον ἀσιγήτοιο τιθήνης.
μνώεο, τίς Τυφῶνι δολόφρονα πότμον ὑφαίνων
σοὶ πόρεν ἁρπαμένοιο πάλιν σπινθῆρα κεραυνοῦ·
δεῖξον ἐμῷ γενετῆρι, τά περ πόρε· γηραλέος γὰρ
Κάδμος ἀπαιτίζει με τεῆς σημήιον εὐνῆς.
οὔ πω ἐγὼ Κρονίωνος ἀληθέος εἶδον ὀπωπήν,
οὐ βλεφάρων ἀκτῖνα σελασφόρον, οὐδὲ προσώπου
μαρμαρυγὰς ἐνόησα καὶ ἀστράπτουσαν ὑπήνην·
οὔ πω ἴδον τεὸν εἶδος Ὀλύμπιον, ἀλλὰ δοκεύω
πόρδαλιν ἠὲ λέοντα, θεὸν δʼ οὐκ εἶδον ἀκοίτην.
ὡς βροτὸν εἰσορόω σε θεὸν μέλλουσα λοχεύειν.
ἄλλον ἐγὼ πυθόμην φλογερὸν γάμον· ἠέλιος γὰρ
δὺν πυρὶ νυμφιδίῳ Κλυμένην ἠγκάσσατο νύμφην.
ἔννεπεν αἰτίζουσα φίλον μόρον· ἶσα γὰρ Ἥρῃ
εἰς γάμον ἀθρῆσαι μινυώριος ἔλπετο νύμφη
μειλίχιον σπινθῆρα γαληναίοιο κεραυνοῦ.
Ζεὺς δὲ πατὴρ ἀίων φθονεραῖς ἐπεμέμφετο Μοίραις,
καὶ Σεμέλην ἐλέαιρεν ἀώριον· ἀμφὶ δὲ Βάκχῳ
κερδαλέον γίνωσκεν ἀμειλίκτου χόλον Ἥρης.
Ἑρμείῃ δὲ κέλευεν ἀπὸ φλογεροῖο κεραυνοῦ
ἁρπάξαι νέον υἷα πυριβλήτοιο Θυώνης.
καί τινα μῦθον ἔλεξε πατὴρ ὑψαύχενι κούρῃ·
Ὦ γύναι, ἦ σε δόλοις φθονερὸς νόος ἤπαφεν Ἥρης·
ἦ ῥα, γύναι, δοκέεις, ὅτι μείλιχοί εἰσι κεραυνοί;
τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἔτι φόρτον ἀείρεις,
τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις·
μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας·
οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,
οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης
Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,
οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη
θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.
τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν
νήμασι Μοιριδίοισι· διʼ αἰθερίοιο δὲ κόλπου
ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης
οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς,
εἰς Σεμέλην δʼ ἐχόρευε κατηφέι χειρὶ τιταίνων
νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·
καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ
Ἰσμηνὸς σελάγιζεν, ὅλη δʼ ἀμαρύσσετο Θήβη.