Ancient Greek · ~7 min
Book 9, lines 9.247-9.296
Nonnus of Panopolis, Διονυσιακά 9.247-296
Not analysed yet
ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνώ,
τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας,
ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου·
φοιταλέη δὲ βέβηκε διʼ οὔρεος οὔρεα νύμφη,
ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ·
καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ
ἄσχετα παιφάσσουσα· κατὰ στέρνοιο δὲ γυμνοῦ
πενθαλέον κήρυκα διαρρήξασα χιτῶνα
αἰνομανὴς πεφόρητο· νοοπλάγκτοιο δὲ νύμφης
οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν.
πολλάκι θεσπεσίῃ τριποδηίδι σύμπλοκον ἕδρῃ
αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις
ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ
μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ·
παρθενικὰς δʼ ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή,
οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ
Δελφὸς ἀνὴρ ἐχόρευε· τανυπλέκτοιο δὲ κισσοῦ
γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες.
θηρητὴρ δʼ ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ,
καλλείψας σταλίκων λίνεον δόλον· ὑψιλόφου δὲ
αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης
καὶ βόας ἱδρώοντας ὑπὸ ζυγόδεσμον ἐλαύνων
ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς.
καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼ
Πυθιὰς ὀμφήεσσα διʼ οὔρεος ἔτρεχε κούρη,
ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην·
δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης
Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς.
ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης
οὐ λάθεν Ἀπόλλωνα πανόψιον· ἄγχι δὲ λόχμης
οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας
νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς
φειδομέναις παλάμῃσι σοφῆς ἐπλέξατο Δάφνης,
καὶ οἱ νήδυμον ὕπνον ἐπήγαγεν· ἀμβροσίῃ δὲ
ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς
λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων.
καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησίδος ὕλης
τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ
εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου
Φοίβου μαντοσύνῃσι· σὺν ἀγρύπνοισι δὲ πεύκαις
Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι,
καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης
φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.
Κεκλομένου δʼ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται
πάντοθι μαστεύοντες· ὀριπλανέες δὲ καὶ αὐταὶ
δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις
διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης
πλαζομένης ἀκίχητα· φιλοθρήνων δὲ γυναικῶν
στυγνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν,
καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς·