Ancient Greek · ~7 min
Book 9, lines 9.200-9.246
Nonnus of Panopolis, Διονυσιακά 9.200-246
Not analysed yet
ὣς ὁ μὲν ἠέξητο φιλοσκοπέλῳ παρὰ Ῥείῃ
ἀρτιθαλὴς ἔτι κοῦρος ὀρίτροφος. ἀμφὶ δὲ πέτραις
Πᾶνες ἐκυκλώσαντο χοροίτυπον υἷα Θυώνης,
ποσσὶ δασυκνήμοισι περισκαίροντες ἐρίπναις,
Βάκχον ἀνευάζοντες· ἑλισσομένων δὲ χορείῃ
αἰγείη κροτάλιζε ποδῶν σκιρτήματι χηλή.
καὶ Σεμέλη κατʼ Ὄλυμπον ἔτι πνείουσα κεραυνοῦ
αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·
Ἥρη, ἐσυλήθης· Σεμέλης τόκος ἐστὶν ἀρείων·
Ζεὺς ἐμὸν υἷα λόχευσε καὶ ἀντʼ ἐμέθεν πέλε μήτηρ,
σπεῖρε πατὴρ καὶ ἔτικτε, τὸν ἤροσεν, αὐτοτόκῳ δὲ
γαστρὶ νόθῃ τέκε παῖδα, φύσιν δʼ ἤλλαξεν ἀνάγκῃ.
Βάκχος Ἐνυαλίου πέλε φέρτερος· ὑμέτερον γὰρ
ἤροσε μοῦνον Ἄρηα καὶ οὐ τεκνώσατο μηρῷ.
Θήβη δʼ Ὀρτυγίης κλέος ἔκρυφεν· οὐρανίη γὰρ
λάθριον Ἀπόλλωνα διωκομένη τέκε Λητώ·
Λητὼ Φοῖβον ἔτικτε, καὶ οὐκ ὤδινε Κρονίων·
Ἑρμείαν τέκε Μαῖα, καὶ οὐκ ἐλόχευσεν ἀκοίτης·
ἀμφαδίην δʼ ἐμὸν υἷα πατὴρ τέκεν. ἆ μέγα θαῦμα,
δέρκεο σῆς Διόνυσον ἐν ἀγκαλίδεσσι τεκούσης
πήχεϊ παιδοκόμῳ περικείμενον· ἀενάου δὲ
ἡ ταμίη κόσμοιο, θεῶν πρωτόσπορος ἀρχή,
παμμήτωρ, Βρομίου τροφὸς ἔπλετο· νηπιάχῳ γὰρ
Βάκχῳ μαζὸν ὄρεξε, τὸν ἔσπασεν ὑψιμέδων Ζεύς.
τίς Κρονίδης ὤδινε, τίς ἔτρεφεν Ἄρεα Ῥείη
παῖδα τεόν; Κυβέλη δὲ φατιζομένη σέο μήτηρ
Ζῆνα τέκεν καὶ Βάκχον ἀνέτρεφεν εἰν ἑνὶ κόλπῳ·
ἀμφοτέρους ἤειρε καὶ υἱέα καὶ γενετῆρα.
οὐδὲ τόκῳ Σεμέλης ἀπάτωρ Ἥφαιστος ἐρίζοι
ἄσπορος ἐκ γενετῆρος, ὃν αὐτόγονος τέκεν Ἥρη
λεπταλέων σκάζοντα ποδῶν ἑτεραλκέι ταρσῷ,
μητρῴην ἀτέλεστον ὑποκλέπτοντα λοχείην.
οὐ Σεμέλῃ πέλε Μαῖα πανείκελος, ἧς πάις Ἑρμῆς
ἰσοφανὴς δολόεις, κεκορυθμένος οἷά περ Ἄρης,
Ἥρην ἠπερόπευσεν, ἕως γλάγος ἔσπασε μαζῶν.
εἴξατέ μοι· Σεμέλη γὰρ ἑὸν πόσιν ἔλλαχε μούνη
τὴν αὐτὴν ἀρόωντα καὶ ὠδίνοντα γενέθλην.
ὀλβίστη Σεμέλη χάριν υἱέος· ἡμέτερος γὰρ
νόσφι δόλου Διόνυσος ἐλεύσεται εἰς χορὸν ἄστρων
αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης
τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς·
ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει
Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.
εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι· χωομένη δὲ
Ζηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ,
ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ
εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ.