Ancient Greek
13.1 to 13.15
NOVUM TESTAMENTUM, Acta apostolorum 13.1-15
Not analysed yet
Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ ,καὶ Λούκιος ὁ Κυρηναῖος ,Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος . λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον · Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς . τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν . Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν ,ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον ,καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων · εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην . διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦ ,ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ ,ἀνδρὶ συνετῷ . οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ · ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος ,οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ ,ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως . Σαῦλος δέ ,ὁ καὶ Παῦλος ,πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν εἶπεν · Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας ,υἱὲ διαβόλου ,ἐχθρὲ πάσης δικαιοσύνης ,οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας ; καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ ,καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ . παραχρῆμα δὲ ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος ,καὶ περιάγων ἐζήτει χειραγωγούς . τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου . Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας · Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα . αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν ,καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν . μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες · Ἄνδρες ἀδελφοί ,εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν ,λέγετε .